Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.139 Joseph. AJ 8.143 (English) >>Joseph. AJ 8.147

8.141

Ταῦτα Σολόμων εἰκοσαετίᾳ κατασκευάσας, ἐπεὶ πολὺν μὲν αὐτῷ χρυσὸν πλείω δʼ ἄργυρον τῶν Τυρίων βασιλεὺς Εἴρωμος εἰς τὴν οἰκοδομίαν συνήνεγκεν ἔτι δὲ καὶ ξύλα κέδρου καὶ πίτυος, ἀντεδωρήσατο καὶ αὐτὸς μεγάλαις δωρεαῖς τὸν Εἴρωμον σῖτόν τε κατʼ ἔτος πέμπων αὐτῷ καὶ οἶνον καὶ ἔλαιον, ὧν μάλιστα διὰ τὸ νῆσον οἰκεῖν, ὡς καὶ προειρήκαμεν ἤδη, χρῄζων διετέλει. 8.142πρὸς τούτοις δὲ καὶ πόλεις αὐτῷ τῆς Γαλιλαίας εἴκοσι μὲν τὸν ἀριθμὸν οὐ πόρρω δὲ τῆς Τύρου κειμένας ἐχαρίσατο, ἃς ἐπελθὼν καὶ κατανοήσας Εἴρωμος καὶ δυσαρεστήσας τῇ δωρεᾷ πέμψας πρὸς Σολόμωνα μὴ δεῖσθαι τῶν πόλεων ἔλεγε κἄκτοτε προσηγορεύθησαν Χαβαλὼν γῆ· μεθερμηνευόμενον δὲ τὸ χάβαλον κατὰ Φοινίκων γλῶτταν οὐκ ἀρέσκον σημαίνει. 8.143καὶ σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις διεπέμψατο πρὸς Σολόμωνα τῶν Τυρίων βασιλεὺς παρακαλῶν, ὅπως αὐτῷ σαφηνίσῃ τούτους καὶ τῆς ἀπορίας τῶν ἐν αὐτοῖς ζητουμένων ἀπαλλάξῃ. τὸν δὲ δεινὸν ὄντα καὶ συνετὸν οὐδὲν τούτων παρῆλθεν, ἀλλὰ πάντα νικήσας τῷ λογισμῷ καὶ μαθὼν αὐτῶν τὴν διάνοιαν ἐφώτισε. 8.144

Μέμνηται τούτων τῶν δύο βασιλέων καὶ Μένανδρος μεταφράσας ἀπὸ τῆς Φοινίκων διαλέκτου τὰ Τυρίων ἀρχεῖα εἰς τὴν Ἑλληνικὴν φωνὴν λέγων οὕτως· “τελευτήσαντος δὲ Ἀβιβάλου διεδέξατο τὴν βασιλείαν παρʼ αὐτοῦ υἱὸς Εἴρωμος, ὃς βιώσας ἔτη πεντηκοντατρία ἐβασίλευσε τριάκοντα καὶ τέσσαρα.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.139 Joseph. AJ 8.143 (English) >>Joseph. AJ 8.147

Powered by PhiloLogic